Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 32.16 Dem. 32.21 (English) >>Dem. 32.24

32.19 γὰρ αὖ Πρῶτος διεμαρτύρετʼ ἐξάγειν, βεβαιῶν ἀναπλεῖν ἐθέλειν εἰς τὴν Σικελίαν· εἰ δὲ ταῦτʼ ἐθέλοντος αὑτοῦ προησόμεθʼ ἡμεῖς τούτῳ τὸν σῖτον, οὐδὲν αὑτῷ μέλειν. καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, καὶ οὔτʼ ἂν ἐξαχθῆναι ἔφη, εἰ μὴ ὑπʼ ἐμοῦ, οὔθʼ προὐκαλεῖτο περὶ τοῦ ἀναπλεῖν ἐδέχετο, ἔν τε τῷ πλῷ τὴν συγγραφὴν ἔθετο, λέγε τὰς μαρτυρίας.Μαρτυρίαι

32.20ἐπειδὴ τοίνυν οὔτʼ ἐξάγεσθαι ἤθελεν ὑπὸ τοῦ Πρώτου οὔτʼ εἰς τὴν Σικελίαν ἀναπλεῖν ἐπὶ τὰ δίκαια, προειδώς θʼ ἅπαντʼ ἐφαίνετο, Ἡγέστρατος ἐκακούργει, λοιπὸν ἦν ἡμῖν τοῖς ἐνθένδε μὲν πεποιημένοις τὸ συμβόλαιον, παρειληφόσι δὲ τὸν σῖτον παρὰ τοῦ δικαίως ἐκεῖ πριαμένου, ἐξάγειν τοῦτον. 32.21τί γὰρ ἂν καὶ ἄλλʼ ἐποιοῦμεν; οὔπω γὰρ τοῦτό γʼ οὐδεὶς ἡμῶν τῶν κοινωνῶν ὑπέλαβεν, ὡς ὑμεῖς γνώσεσθέ ποτʼ εἶναι τούτου τὸν σῖτον, ὃν καταλιπεῖν οὗτος ἔπειθεν τοὺς ναύτας, ὅπως ἀπόλοιτο τοῦ πλοίου καταδύντος. καὶ μέγιστόν ἐστι σημεῖον τοῦ μηδὲν προσήκειν αὐτῷ. τίς γὰρ ἂν τὸν ἑαυτοῦ σῖτον ἔπειθε προέσθαι τοὺς σῴζειν βουλομένους; τίς οὐκ ἂν ἔπλει δεξάμενος τὴν πρόκλησιν εἰς τὴν Σικελίαν, οὗ ταῦτʼ ἦν ἐλέγξαι καθαρῶς; 32.22καὶ μὴν οὐδὲ τοῦτʼ ἐμέλλομεν ὑμῶν καταγνώσεσθαι, ὡς εἰσαγώγιμον ψηφιεῖσθε τούτῳ τὴν δίκην περὶ τούτων τῶν χρημάτων, κατὰ πολλοὺς τρόπους οὗτος ἔπραττεν ὅπως μὴ εἰσαγώγιμα δεῦρʼ ἔσται, πρῶτον μὲν ὅτʼ αὐτὰ καταλιπεῖν τοὺς ναύτας ἔπειθεν, εἶθʼ ὅτʼ ἐν Κεφαλληνίᾳ μὴ δεῦρο πλεῖν τὴν ναῦν ἔπραττεν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 32.16 Dem. 32.21 (English) >>Dem. 32.24

Powered by PhiloLogic